마가복음 4장
1Καὶ·πάλιν·ἤρξατο·διδάσκειν·παρὰ·τὴν·θάλασσαν.·καὶ·⸀συνάγεται·πρὸς·αὐτὸν·ὄχλος·⸀πλεῖστος,·ὥστε·αὐτὸν·⸂εἰς·πλοῖον·ἐμβάντα⸃·καθῆσθαι·ἐν·τῇ·θαλάσσῃ,·καὶ·πᾶς·ὁ·ὄχλος·πρὸς·τὴν·θάλασσαν·ἐπὶ·τῆς·γῆς·⸀ἦσαν.·
미번역
비잔틴(RP) Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν.
구역(1910) 예수께서 다시 바닷가에서 가르치시니 큰 무리가 모여 들거늘 예수께서 배에 올라 바다에 떠 앉으시고 온 무리는 바다 곁 육지에 있더라
2καὶ·ἐδίδασκεν·αὐτοὺς·ἐν·παραβολαῖς·πολλά,·καὶ·ἔλεγεν·αὐτοῖς·ἐν·τῇ·διδαχῇ·αὐτοῦ··
미번역
비잔틴(RP) Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
구역(1910) 이에 예수께서 여러 가지를 비유로 가르치시니 그 가르치시는 중에 저희에게 이르시되
3Ἀκούετε.·ἰδοὺ·ἐξῆλθεν·ὁ·⸀σπείρων·σπεῖραι.·
미번역
비잔틴(RP) Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
구역(1910) `들으라 씨를 뿌리는 자가 뿌리러 나가서
4καὶ·ἐγένετο·ἐν·τῷ·σπείρειν·ὃ·μὲν·ἔπεσεν·παρὰ·τὴν·ὁδόν,·καὶ·ἦλθεν·τὰ·πετεινὰ·καὶ·κατέφαγεν·αὐτό.·
미번역
비잔틴(RP) Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
구역(1910) 뿌릴새 더러는 길 가에 떨어지매 새들이 와서 먹어 버렸고
5⸂καὶ·ἄλλο⸃·ἔπεσεν·ἐπὶ·τὸ·πετρῶδες·⸀ὅπου·οὐκ·εἶχεν·γῆν·πολλήν,·καὶ·⸀εὐθὺς·ἐξανέτειλεν·διὰ·τὸ·μὴ·ἔχειν·βάθος·γῆς··
미번역
비잔틴(RP) Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
구역(1910) 더러는 흙이 얇은 돌밭에 떨어지매 흙이 깊지 아니하므로 곧 싹이 나오나
6⸂καὶ·ὅτε·ἀνέτειλεν·ὁ·ἥλιος⸃·⸀ἐκαυματίσθη·καὶ·διὰ·τὸ·μὴ·ἔχειν·ῥίζαν·ἐξηράνθη.·
미번역
비잔틴(RP) ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
구역(1910) 해가 돋은 후에 터져서 뿌리가 없으므로 말랐고
7καὶ·ἄλλο·ἔπεσεν·εἰς·τὰς·ἀκάνθας,·καὶ·ἀνέβησαν·αἱ·ἄκανθαι·καὶ·συνέπνιξαν·αὐτό,·καὶ·καρπὸν·οὐκ·ἔδωκεν.·
미번역
비잔틴(RP) Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
구역(1910) 더러는 가시떨기에 떨어지매 가시가 자라 기운을 막으므로 결실치 못하였고
8καὶ·⸀ἄλλα·ἔπεσεν·εἰς·τὴν·γῆν·τὴν·καλήν,·καὶ·ἐδίδου·καρπὸν·ἀναβαίνοντα·καὶ·⸀αὐξανόμενα,·καὶ·ἔφερεν·⸂ἓν·τριάκοντα·καὶ·ἓν·ἑξήκοντα·καὶ·ἓν⸃·ἑκατόν.·
미번역
비잔틴(RP) Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
구역(1910) 더러는 좋은 땅에 떨어지매 자라 무성하여 결실하였으니 삼십배와 육십배와 백배가 되었느니라' 하시고
9καὶ·ἔλεγεν··⸂Ὃς·ἔχει⸃·ὦτα·ἀκούειν·ἀκουέτω.·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
구역(1910) 또 이르시되 `들을 귀 있는 자는 들으라' 하시니라
10⸂Καὶ·ὅτε⸃·ἐγένετο·κατὰ·μόνας,·⸀ἠρώτων·αὐτὸν·οἱ·περὶ·αὐτὸν·σὺν·τοῖς·δώδεκα·⸂τὰς·παραβολάς⸃.·
미번역
비잔틴(RP) Ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.
구역(1910) 예수께서 홀로 계실 때에 함께한 사람들이 열 두 제자로 더불어 그 비유를 묻자오니
11καὶ·ἔλεγεν·αὐτοῖς··Ὑμῖν·⸂τὸ·μυστήριον·δέδοται⸃·τῆς·βασιλείας·τοῦ·θεοῦ··ἐκείνοις·δὲ·τοῖς·ἔξω·ἐν·παραβολαῖς·τὰ·πάντα·γίνεται,·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται·
구역(1910) 이르시되 `하나님 나라의 비밀을 너희에게는 주었으나 외인에게는 모든 것을 비유로 하나니
12ἵνα·βλέποντες·βλέπωσι·καὶ·μὴ·ἴδωσιν,·καὶ·ἀκούοντες·ἀκούωσι·καὶ·μὴ·συνιῶσιν,·μήποτε·ἐπιστρέψωσιν·καὶ·ἀφεθῇ·⸀αὐτοῖς.·
미번역
비잔틴(RP) ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.
구역(1910) 이는 저희로 보기는 보아도 알지 못하며 듣기는 들어도 깨닫지 못하게 하여 돌이켜 죄 사함을 얻지 못하게 하여 함이니라' 하시고
13Καὶ·λέγει·αὐτοῖς··Οὐκ·οἴδατε·τὴν·παραβολὴν·ταύτην,·καὶ·πῶς·πάσας·τὰς·παραβολὰς·γνώσεσθε;·
미번역
비잔틴(RP) Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
구역(1910) 또 가라사대 `너희가 이 비유를 알지 못할진대 어떻게 모든 비유를 알겠느뇨?
14ὁ·σπείρων·τὸν·λόγον·σπείρει.·
미번역
비잔틴(RP) Ὁ σπείρων τὸν λόγον σπείρει.
구역(1910) 뿌리는 자는 말씀을 뿌리는 것이다
15οὗτοι·δέ·εἰσιν·οἱ·παρὰ·τὴν·ὁδὸν·ὅπου·σπείρεται·ὁ·λόγος,·καὶ·ὅταν·ἀκούσωσιν·⸀εὐθὺς·ἔρχεται·ὁ·Σατανᾶς·καὶ·αἴρει·τὸν·λόγον·τὸν·ἐσπαρμένον·⸂εἰς·αὐτούς⸃.·
미번역
비잔틴(RP) Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.
구역(1910) 말씀이 길가에 뿌리웠다는 것은 이들이니 곧 말씀을 들었을 때에 사단이 즉시 와서 저희에게 뿌리운 말씀을 빼앗는 것이요
16καὶ·οὗτοί·εἰσιν·⸀ὁμοίως·οἱ·ἐπὶ·τὰ·πετρώδη·σπειρόμενοι,·οἳ·ὅταν·ἀκούσωσιν·τὸν·λόγον·⸀εὐθὺς·μετὰ·χαρᾶς·λαμβάνουσιν·αὐτόν,·
미번역
비잔틴(RP) Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
구역(1910) 또 이와 같이 돌밭에 뿌리웠다는 것은 이들이니 곧 말씀을 들을 때에 즉시 기쁨으로 받으나
17καὶ·οὐκ·ἔχουσιν·ῥίζαν·ἐν·ἑαυτοῖς·ἀλλὰ·πρόσκαιροί·εἰσιν,·εἶτα·γενομένης·θλίψεως·ἢ·διωγμοῦ·διὰ·τὸν·λόγον·⸀εὐθὺς·σκανδαλίζονται.·
미번역
비잔틴(RP) καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται.
구역(1910) 그 속에 뿌리가 없어 잠간 견디다가 말씀을 인하여 환난이나 핍박이 일어나는 때에는 곧 넘어지는 자요
18καὶ·⸀ἄλλοι·εἰσὶν·οἱ·εἰς·τὰς·ἀκάνθας·σπειρόμενοι··⸂οὗτοί·εἰσιν⸃·οἱ·τὸν·λόγον·⸀ἀκούσαντες,·
미번역
비잔틴(RP) Καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες,
구역(1910) 또 어떤이는 가시떨기에 뿌리우는 자니 이들은 말씀을 듣되
19καὶ·αἱ·μέριμναι·τοῦ·⸀αἰῶνος·καὶ·ἡ·ἀπάτη·τοῦ·πλούτου·καὶ·αἱ·περὶ·τὰ·λοιπὰ·ἐπιθυμίαι·εἰσπορευόμεναι·συμπνίγουσιν·τὸν·λόγον,·καὶ·ἄκαρπος·γίνεται.·
미번역
비잔틴(RP) καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
구역(1910) 세상의 염려와 재리의 유혹과 기타 욕심이 들어와 말씀을 막아 결실치 못하게 되는 자요
20καὶ·⸀ἐκεῖνοί·εἰσιν·οἱ·ἐπὶ·τὴν·γῆν·τὴν·καλὴν·σπαρέντες,·οἵτινες·ἀκούουσιν·τὸν·λόγον·καὶ·παραδέχονται·καὶ·καρποφοροῦσιν·⸂ἓν·τριάκοντα·καὶ·ἓν·ἑξήκοντα·καὶ·ἓν⸃·ἑκατόν.·
미번역
비잔틴(RP) Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
구역(1910) 좋은 땅에 뿌리웠다는 것은 곧 말씀을 듣고 받아 삼십배와 육십배와 백배의 결실을 하는 자니라'
21Καὶ·ἔλεγεν·⸀αὐτοῖς··Μήτι·⸂ἔρχεται·ὁ·λύχνος⸃·ἵνα·ὑπὸ·τὸν·μόδιον·τεθῇ·ἢ·ὑπὸ·τὴν·κλίνην,·οὐχ·ἵνα·ἐπὶ·τὴν·λυχνίαν·⸀τεθῇ;·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;
구역(1910) 또 저희에게 이르시되 `사람이 등불을 가져오는 것은 말 아래나 평상 아래나 두려함이냐 등경 위에 두려함이 아니냐
22οὐ·γάρ·ἐστιν·⸀κρυπτὸν·ἐὰν·μὴ·⸀ἵνα·φανερωθῇ,·οὐδὲ·ἐγένετο·ἀπόκρυφον·ἀλλʼ·ἵνα·⸂ἔλθῃ·εἰς·φανερόν⸃.·
미번역
비잔틴(RP) Οὐ γάρ ἐστίν τι κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς φανερὸν ἔλθῃ.
구역(1910) 드러내려 하지 않고는 숨긴 것이 없고 나타내려 하지 않고는 감추인 것이 없느니라
23εἴ·τις·ἔχει·ὦτα·ἀκούειν·ἀκουέτω.·
미번역
비잔틴(RP) Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
구역(1910) 들을 귀 있는 자는 들으라'
24καὶ·ἔλεγεν·αὐτοῖς··Βλέπετε·τί·ἀκούετε.·ἐν·ᾧ·μέτρῳ·μετρεῖτε·μετρηθήσεται·ὑμῖν·καὶ·προστεθήσεται·⸀ὑμῖν.·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.
구역(1910) 또 가라사대 `너희가 무엇을 듣는가 스스로 삼가라 너희의 헤아리는 그 헤아림으로 너희가 헤아림을 받을것이요 또 더 받으리니
25ὃς·γὰρ·⸀ἔχει,·δοθήσεται·αὐτῷ··καὶ·ὃς·οὐκ·ἔχει,·καὶ·⸀ὃ·ἔχει·ἀρθήσεται·ἀπʼ·αὐτοῦ.·
미번역
비잔틴(RP) Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
구역(1910) 있는자는 받을것이요 없는 자는 그 있는 것까지 빼앗기리라'
26Καὶ·ἔλεγεν··Οὕτως·ἐστὶν·ἡ·βασιλεία·τοῦ·θεοῦ·⸀ὡς·ἄνθρωπος·βάλῃ·τὸν·σπόρον·ἐπὶ·τῆς·γῆς·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
구역(1910) 또 가라사대 `하나님의 나라는 사람이 씨를 땅에 뿌림과 같으니
27καὶ·καθεύδῃ·καὶ·ἐγείρηται·νύκτα·καὶ·ἡμέραν,·καὶ·ὁ·σπόρος·⸀βλαστᾷ·καὶ·μηκύνηται·ὡς·οὐκ·οἶδεν·αὐτός.·
미번역
비잔틴(RP) καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
구역(1910) 저가 밤낮 자고 깨고 하는 중에 씨가 나서 자라되 그 어떻게 된 것을 알지 못하느니라
28⸀αὐτομάτη·ἡ·γῆ·καρποφορεῖ,·πρῶτον·χόρτον,·⸂εἶτα·στάχυν,·εἶτα⸃·⸂πλήρης·σῖτον⸃·ἐν·τῷ·στάχυϊ.·
미번역
비잔틴(RP) Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.
구역(1910) 땅이 스스로 열매를 맺되 처음에는 싹이요 다음에는 이삭이요 그 다음에는 이삭에 충실한 곡식이라
29ὅταν·δὲ·⸀παραδοῖ·ὁ·καρπός,·⸀εὐθὺς·ἀποστέλλει·τὸ·δρέπανον,·ὅτι·παρέστηκεν·ὁ·θερισμός.·
미번역
비잔틴(RP) Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
구역(1910) 열매가 익으면 곧 낫을 대나니 이는 추수 때가 이르렀음이니라'
30Καὶ·ἔλεγεν··⸀Πῶς·ὁμοιώσωμεν·τὴν·βασιλείαν·τοῦ·θεοῦ,·ἢ·ἐν·⸀τίνι·⸂αὐτὴν·παραβολῇ·θῶμεν⸃;·
미번역
비잔틴(RP) Καὶ ἔλεγεν, Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;
구역(1910) 또 가라사대 `우리가 하나님의 나라를 어떻게 비하며 또 무슨 비유로 나타낼꼬
31ὡς·⸀κόκκῳ·σινάπεως,·ὃς·ὅταν·σπαρῇ·ἐπὶ·τῆς·γῆς,·⸂μικρότερον·ὂν⸃·πάντων·τῶν·⸀σπερμάτων·τῶν·ἐπὶ·τῆς·γῆς—·
미번역
비잔틴(RP) Ὡς κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς·
구역(1910) 겨자씨 한 알과 같으니 땅에 심길 때에는 땅 위의 모든 씨보다 작은 것이로되
32καὶ·ὅταν·σπαρῇ,·ἀναβαίνει·καὶ·γίνεται·⸂μεῖζον·πάντων·τῶν·λαχάνων⸃·καὶ·ποιεῖ·κλάδους·μεγάλους,·ὥστε·δύνασθαι·ὑπὸ·τὴν·σκιὰν·αὐτοῦ·τὰ·πετεινὰ·τοῦ·οὐρανοῦ·κατασκηνοῦν.·
미번역
비잔틴(RP) καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
구역(1910) 심긴 후에는 자라서 모든 나물보다 커지며 큰 가지를 내니 공중의 새들이 그 그늘에 깃들일 만큼 되느니라'
33Καὶ·τοιαύταις·παραβολαῖς·πολλαῖς·ἐλάλει·αὐτοῖς·τὸν·λόγον,·καθὼς·ἠδύναντο·ἀκούειν··
미번역
비잔틴(RP) Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν·
구역(1910) 예수께서 이러한 많은 비유로 저희가 알아 들을 수 있는대로 말씀을 가르치시되
34χωρὶς·δὲ·παραβολῆς·οὐκ·ἐλάλει·αὐτοῖς,·κατʼ·ἰδίαν·δὲ·τοῖς·⸂ἰδίοις·μαθηταῖς⸃·ἐπέλυεν·πάντα.·
미번역
비잔틴(RP) χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα.
구역(1910) 비유가 아니면 말씀하지 아니 하시고 다만 혼자 계실 때에 그 제자들에게 모든것을 해석하시더라
35Καὶ·λέγει·αὐτοῖς·ἐν·ἐκείνῃ·τῇ·ἡμέρᾳ·ὀψίας·γενομένης··Διέλθωμεν·εἰς·τὸ·πέραν.·
미번역
비잔틴(RP) Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν.
구역(1910) 그날 저물 때에 제자들에게 이르시되 `우리가 저편으로 건너가자' 하시니
36καὶ·ἀφέντες·τὸν·ὄχλον·παραλαμβάνουσιν·αὐτὸν·ὡς·ἦν·ἐν·τῷ·πλοίῳ,·καὶ·ἄλλα·⸀πλοῖα·ἦν·μετʼ·αὐτοῦ.·
미번역
비잔틴(RP) Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ’ αὐτοῦ.
구역(1910) 저희가 무리를 떠나 예수를 배에 계신 그대로 모시고 가매 다른 배들도 함께 하더니
37καὶ·γίνεται·λαῖλαψ·⸂μεγάλη·ἀνέμου⸃,·⸂καὶ·τὰ⸃·κύματα·ἐπέβαλλεν·εἰς·τὸ·πλοῖον,·ὥστε·⸂ἤδη·γεμίζεσθαι·τὸ·πλοῖον⸃.·
미번역
비잔틴(RP) Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
구역(1910) 큰 광풍이 일어나며 물결이 부딪혀 배에 들어와 배에 가득하게 되었더라
38καὶ·⸂αὐτὸς·ἦν⸃·⸀ἐν·τῇ·πρύμνῃ·ἐπὶ·τὸ·προσκεφάλαιον·καθεύδων··καὶ·⸀ἐγείρουσιν·αὐτὸν·καὶ·λέγουσιν·αὐτῷ··Διδάσκαλε,·οὐ·μέλει·σοι·ὅτι·ἀπολλύμεθα;·
미번역
비잔틴(RP) Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
구역(1910) 예수께서는 고물에서 베개를 베시고 주무시더니 제자들이 깨우며 가로되 `선생님이여 우리의 죽게 된것을 돌아보지 아니하시나이까 ?' 하니
39καὶ·διεγερθεὶς·ἐπετίμησεν·τῷ·ἀνέμῳ·καὶ·εἶπεν·τῇ·θαλάσσῃ··Σιώπα,·πεφίμωσο.·καὶ·ἐκόπασεν·ὁ·ἄνεμος,·καὶ·ἐγένετο·γαλήνη·μεγάλη.·
미번역
비잔틴(RP) Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
구역(1910) 예수께서 깨어 바람을 꾸짖으시며 바다더러 이르시되 `잠잠하라 ! 고요하라 !' 하시니 바람이 그치고 아주 잔잔하여지더라
40καὶ·εἶπεν·αὐτοῖς··Τί·δειλοί·ἐστε;·⸀οὔπω·ἔχετε·πίστιν;·
미번역
비잔틴(RP) Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;
구역(1910) 이에 제자들에게 이르시되 `어찌하여 이렇게 무서워하느냐 ? 너희가 어찌 믿음이 없느냐 ?' 하시니
41καὶ·ἐφοβήθησαν·φόβον·μέγαν,·καὶ·ἔλεγον·πρὸς·ἀλλήλους··Τίς·ἄρα·οὗτός·ἐστιν·ὅτι·καὶ·ὁ·ἄνεμος·καὶ·ἡ·θάλασσα·⸀ὑπακούει·αὐτῷ;·
미번역
비잔틴(RP) Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
구역(1910) 저희가 심히 두려워하여 서로 말하되 `저가 뉘기에 바람과 바다라도 순종하는고' 하였더라