마가복음 10장
1Καὶ·ἐκεῖθεν·ἀναστὰς·ἔρχεται·εἰς·τὰ·ὅρια·τῆς·Ἰουδαίας·⸀καὶ·πέραν·τοῦ·Ἰορδάνου,·καὶ·συμπορεύονται·πάλιν·ὄχλοι·πρὸς·αὐτόν,·καὶ·ὡς·εἰώθει·πάλιν·ἐδίδασκεν·αὐτούς.·
미번역
비잔틴(RP) Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
구역(1910) 예수께서 거기서 떠나 유대 지경과 요단강 건너편으로 가시니 무리가 다시 모여 들거늘 예수께서 다시 전례대로 가르치시더니
2⸀Καὶ·⸀ἐπηρώτων·αὐτὸν·εἰ·ἔξεστιν·ἀνδρὶ·γυναῖκα·ἀπολῦσαι,·πειράζοντες·αὐτόν.·
미번역
비잔틴(RP) Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
구역(1910) 바리새인들이 예수께 나아와 그를 시험하여 묻되 `사람이 아내를 내어 버리는 것이 옳으니이까 ?'
3ὁ·δὲ·ἀποκριθεὶς·εἶπεν·αὐτοῖς··Τί·ὑμῖν·ἐνετείλατο·Μωϋσῆς;·
미번역
비잔틴(RP) Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς;
구역(1910) 대답하여 가라사대 `모세가 어떻게 너희에게 명하였느냐 ?'
4οἱ·δὲ·εἶπαν··⸂Ἐπέτρεψεν·Μωϋσῆς⸃·βιβλίον·ἀποστασίου·γράψαι·καὶ·ἀπολῦσαι.·
미번역
비잔틴(RP) Οἱ δὲ εἶπον, Μωσῆς ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι.
구역(1910) 가로되 `모세는 이혼증서를 써주어 내어 버리기를 허락하였나이다'
5⸂ὁ·δὲ⸃·Ἰησοῦς·εἶπεν·αὐτοῖς··Πρὸς·τὴν·σκληροκαρδίαν·ὑμῶν·ἔγραψεν·ὑμῖν·τὴν·ἐντολὴν·ταύτην··
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
구역(1910) 예수께서 저희에게 이르시되 `너희 마음의 완악함을 인하여 이 명령을 기록하였거니와
6ἀπὸ·δὲ·ἀρχῆς·κτίσεως·ἄρσεν·καὶ·θῆλυ·ἐποίησεν·⸀αὐτούς··
미번역
비잔틴(RP) ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός.
구역(1910) 창조시로부터 저희를 남자와 여자로 만드셨으니
7ἕνεκεν·τούτου·καταλείψει·ἄνθρωπος·τὸν·πατέρα·αὐτοῦ·καὶ·τὴν·μητέρα·⸂καὶ·προσκολληθήσεται·πρὸς·τὴν·γυναῖκα·αὐτοῦ⸃,·
미번역
비잔틴(RP) Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,
구역(1910) 이러므로 사람이 그 부모를 떠나서
8καὶ·ἔσονται·οἱ·δύο·εἰς·σάρκα·μίαν··ὥστε·οὐκέτι·εἰσὶν·δύο·ἀλλὰ·μία·σάρξ··
미번역
비잔틴(RP) καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ.
구역(1910) 그 둘이 한 몸이 될지니라 이러한즉 이제 둘이 아니요 한 몸이니
9ὃ·οὖν·ὁ·θεὸς·συνέζευξεν·ἄνθρωπος·μὴ·χωριζέτω.·
미번역
비잔틴(RP) Ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
구역(1910) 그러므로 하나님이 짝지어 주신 것을 사람이 나누지 못할지니라' 하시더라
10Καὶ·⸂εἰς·τὴν·οἰκίαν⸃·πάλιν·οἱ·μαθηταὶ·⸂περὶ·τούτου⸃·⸀ἐπηρώτων·αὐτόν.·
미번역
비잔틴(RP) Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν.
구역(1910) 집에서 제자들이 다시 이일을 묻자온대
11καὶ·λέγει·αὐτοῖς··Ὃς·⸀ἂν·ἀπολύσῃ·τὴν·γυναῖκα·αὐτοῦ·καὶ·γαμήσῃ·ἄλλην·μοιχᾶται·ἐπʼ·αὐτήν,·
미번역
비잔틴(RP) Καὶ λέγει αὐτοῖς, Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν·
구역(1910) 이르시되 `누구든지 그 아내를 내어버리고 다른 데 장가드는 자는 본처에게 간음을 행함이요
12καὶ·ἐὰν·⸂αὐτὴ·ἀπολύσασα·τὸν·ἄνδρα·αὐτῆς·γαμήσῃ·ἄλλον⸃·μοιχᾶται.·
미번역
비잔틴(RP) καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.
구역(1910) 또 아내가 남편을 버리고 다른데로 시집 가면 간음을 행함이니라'
13Καὶ·προσέφερον·αὐτῷ·παιδία·ἵνα·⸂αὐτῶν·ἅψηται⸃··οἱ·δὲ·μαθηταὶ·⸂ἐπετίμησαν·αὐτοῖς⸃.·
미번역
비잔틴(RP) Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.
구역(1910) 사람들이 예수의 만져주심을 바라고 어린 아이들을 데리고 오매 제자들이 꾸짖거늘
14ἰδὼν·δὲ·ὁ·Ἰησοῦς·ἠγανάκτησεν·καὶ·εἶπεν·αὐτοῖς··Ἄφετε·τὰ·παιδία·ἔρχεσθαι·πρός·με,·μὴ·κωλύετε·αὐτά,·τῶν·γὰρ·τοιούτων·ἐστὶν·ἡ·βασιλεία·τοῦ·θεοῦ.·
미번역
비잔틴(RP) Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
구역(1910) 예수께서 보시고 분히 여겨 이르시되 `어린 아이들의 내게 오는 것을 용납하고 금하지 말라 하나님의 나라가 이런 자의 것이니라
15ἀμὴν·λέγω·ὑμῖν,·ὃς·⸀ἂν·μὴ·δέξηται·τὴν·βασιλείαν·τοῦ·θεοῦ·ὡς·παιδίον,·οὐ·μὴ·εἰσέλθῃ·εἰς·αὐτήν.·
미번역
비잔틴(RP) Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
구역(1910) 내가 진실로 너희에게 이르노니 누구든지 하나님의 나라를 어린 아이와 같이 받들지 않는 자는 결단코 들어가지 못하리라' 하시고
16καὶ·ἐναγκαλισάμενος·αὐτὰ·⸂κατευλόγει·τιθεὶς·τὰς·χεῖρας·ἐπʼ·αὐτά⸃.·
미번역
비잔틴(RP) Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά, εὐλόγει αὐτά.
구역(1910) 그 어린 아이들을 안고 저희 위에 안수하시고 축복하시니라
17Καὶ·ἐκπορευομένου·αὐτοῦ·εἰς·ὁδὸν·προσδραμὼν·εἷς·καὶ·γονυπετήσας·αὐτὸν·ἐπηρώτα·αὐτόν··Διδάσκαλε·ἀγαθέ,·τί·ποιήσω·ἵνα·ζωὴν·αἰώνιον·κληρονομήσω;·
미번역
비잔틴(RP) Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
구역(1910) 예수께서 길에 나가실새 한사람이 달려와서 꿇어 앉아 묻자오되 `선한 선생님이여, 내가 무엇을 하여야 영생을 얻으리이까 ?'
18ὁ·δὲ·Ἰησοῦς·εἶπεν·αὐτῷ··Τί·με·λέγεις·ἀγαθόν;·οὐδεὶς·ἀγαθὸς·εἰ·μὴ·εἷς·ὁ·θεός.·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.
구역(1910) 예수께서 이르시되 `네가 어찌하여 나를 선하다 일컫느냐 ? 하나님 한 분 외에는 선한 이가 없느니라
19τὰς·ἐντολὰς·οἶδας··Μὴ·⸂φονεύσῃς,·Μὴ·μοιχεύσῃς⸃,·Μὴ·κλέψῃς,·Μὴ·ψευδομαρτυρήσῃς,·Μὴ·ἀποστερήσῃς,·Τίμα·τὸν·πατέρα·σου·καὶ·τὴν·μητέρα.·
미번역
비잔틴(RP) Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
구역(1910) 네가 계명을 아나니 살인하지 말라, 간음하지 말라, 도적질하지 말라, 거짓 증거하지 말라, 속여 취하지 말라, 네 부모를 공경하라 하였느니라'
20ὁ·δὲ·⸀ἔφη·αὐτῷ··Διδάσκαλε,·ταῦτα·πάντα·ἐφυλαξάμην·ἐκ·νεότητός·μου.·
미번역
비잔틴(RP) Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
구역(1910) 여짜오되 `선생님이여, 이것은 내가 어려서부터 다 지키었나이다'
21ὁ·δὲ·Ἰησοῦς·ἐμβλέψας·αὐτῷ·ἠγάπησεν·αὐτὸν·καὶ·εἶπεν·αὐτῷ··Ἕν·⸀σε·ὑστερεῖ··ὕπαγε·ὅσα·ἔχεις·πώλησον·καὶ·δὸς·⸀τοῖς·πτωχοῖς,·καὶ·ἕξεις·θησαυρὸν·ἐν·οὐρανῷ,·καὶ·δεῦρο·ἀκολούθει·⸀μοι.·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.
구역(1910) 예수께서 그를 보시고 사랑하여 가라사대 `네게 오히려 한 가지 부족한 것이 있으니 가서 네 있는 것을 다 팔아 가난한 자들을 주라 그리하면 하늘에서 보화가 네게 있으리라 그리고 와서 나를 좇으라 !' 하시니
22ὁ·δὲ·στυγνάσας·ἐπὶ·τῷ·λόγῳ·ἀπῆλθεν·λυπούμενος,·ἦν·γὰρ·ἔχων·κτήματα·πολλά.·
미번역
비잔틴(RP) Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
구역(1910) 그 사람은 재물이 많은고로 이 말씀을 인하여 슬픈 기색을 띠고 근심하며 가니라
23Καὶ·περιβλεψάμενος·ὁ·Ἰησοῦς·λέγει·τοῖς·μαθηταῖς·αὐτοῦ··Πῶς·δυσκόλως·οἱ·τὰ·χρήματα·ἔχοντες·εἰς·τὴν·βασιλείαν·τοῦ·θεοῦ·εἰσελεύσονται.·
미번역
비잔틴(RP) Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.
구역(1910) 예수께서 둘러 보시고 제자들에게 이르시되 `재물이 있는 자는 하나님의 나라에 들어가기가 심히 어렵도다' 하시니
24οἱ·δὲ·μαθηταὶ·ἐθαμβοῦντο·ἐπὶ·τοῖς·λόγοις·αὐτοῦ.·ὁ·δὲ·Ἰησοῦς·πάλιν·ἀποκριθεὶς·λέγει·αὐτοῖς··Τέκνα,·πῶς·δύσκολόν·⸀ἐστιν·εἰς·τὴν·βασιλείαν·τοῦ·θεοῦ·εἰσελθεῖν··
미번역
비잔틴(RP) Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
구역(1910) 제자들이 그 말씀에 놀라는지라 예수께서 다시 대답하여 가라사대 얘들아 하나님의 나라에 들어가기가 어떻게 어려운지
25εὐκοπώτερόν·ἐστιν·κάμηλον·διὰ·⸂τῆς·τρυμαλιᾶς·τῆς⸃·ῥαφίδος·⸀διελθεῖν·ἢ·πλούσιον·εἰς·τὴν·βασιλείαν·τοῦ·θεοῦ·εἰσελθεῖν.·
미번역
비잔틴(RP) Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
구역(1910) 약대가 바늘귀로 나가는 것이 부자가 하나님의 나라에 들어가는 것보다 쉬우니라 하신대
26οἱ·δὲ·περισσῶς·ἐξεπλήσσοντο·λέγοντες·πρὸς·⸀ἑαυτούς··Καὶ·τίς·δύναται·σωθῆναι;·
미번역
비잔틴(RP) Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;
구역(1910) 제자들이 심히 놀라 서로 말하되 `그런즉 누가 구원을 얻을 수 있는가 ?' 하니
27⸀ἐμβλέψας·αὐτοῖς·ὁ·Ἰησοῦς·λέγει··Παρὰ·ἀνθρώποις·ἀδύνατον·ἀλλʼ·οὐ·παρὰ·θεῷ,·πάντα·γὰρ·⸀δυνατὰ·παρὰ·τῷ·θεῷ.·
미번역
비잔틴(RP) Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ παρὰ θεῷ· πάντα γὰρ δυνατά ἐστιν παρὰ τῷ θεῷ.
구역(1910) 예수께서 저희를 보시며 가라사대 `사람으로는 할 수 없으되 하나님으로는 그렇지 아니하니 하나님으로서는 다 하실 수 있느니라 !'
28Ἤρξατο·⸂λέγειν·ὁ·Πέτρος⸃·αὐτῷ··Ἰδοὺ·ἡμεῖς·ἀφήκαμεν·πάντα·καὶ·⸀ἠκολουθήκαμέν·σοι.·
미번역
비잔틴(RP) Ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
구역(1910) 베드로가 여짜와 가로되 `보소서, 우리가 모든 것을 버리고 주를 좇았나이다'
29⸂ἔφη·ὁ·Ἰησοῦς⸃··Ἀμὴν·λέγω·ὑμῖν,·οὐδείς·ἐστιν·ὃς·ἀφῆκεν·οἰκίαν·ἢ·ἀδελφοὺς·ἢ·ἀδελφὰς·ἢ·⸂μητέρα·ἢ·πατέρα⸃·ἢ·τέκνα·ἢ·ἀγροὺς·ἕνεκεν·ἐμοῦ·καὶ·ἕνεκεν·τοῦ·εὐαγγελίου,·
미번역
비잔틴(RP) Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
구역(1910) 예수께서 가라사대 `내가 진실로 너희에게 이르노니 나와 및 복음을 위하여 집이나, 형제나, 자매나, 어미나, 아비나, 자식이나, 전토를 버린 자는
30ἐὰν·μὴ·λάβῃ·ἑκατονταπλασίονα·νῦν·ἐν·τῷ·καιρῷ·τούτῳ·οἰκίας·καὶ·ἀδελφοὺς·καὶ·ἀδελφὰς·καὶ·⸀μητέρας·καὶ·τέκνα·καὶ·ἀγροὺς·μετὰ·διωγμῶν,·καὶ·ἐν·τῷ·αἰῶνι·τῷ·ἐρχομένῳ·ζωὴν·αἰώνιον.·
미번역
비잔틴(RP) ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
구역(1910) 금세에 있어 집과 형제와 자매와 모친과 자식과 전토를 백배나 받되 핍박을 겸하여 받고 내세에 영생을 받지 못할 자가 없느니라
31πολλοὶ·δὲ·ἔσονται·πρῶτοι·ἔσχατοι·καὶ·⸀οἱ·ἔσχατοι·πρῶτοι.·
미번역
비잔틴(RP) Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
구역(1910) 그러나 먼저 된 자로서 나중 되고 나중 된 자로서 먼저 될 자가 많으니라'
32Ἦσαν·δὲ·ἐν·τῇ·ὁδῷ·ἀναβαίνοντες·εἰς·Ἱεροσόλυμα,·καὶ·ἦν·προάγων·αὐτοὺς·ὁ·Ἰησοῦς,·καὶ·ἐθαμβοῦντο,·⸂οἱ·δὲ⸃·ἀκολουθοῦντες·ἐφοβοῦντο.·καὶ·παραλαβὼν·πάλιν·τοὺς·δώδεκα·ἤρξατο·αὐτοῖς·λέγειν·τὰ·μέλλοντα·αὐτῷ·συμβαίνειν·
미번역
비잔틴(RP) Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν·
구역(1910) 예루살렘으로 올라가는 길에 예수께서 제자들 앞에 서서 가시는데 저희가 놀라고 좇는 자들은 두려워하더라 이에 다시 열 두 제자를 데리시고 자기의 당할 일을 일러 가라사대
33ὅτι·Ἰδοὺ·ἀναβαίνομεν·εἰς·Ἱεροσόλυμα,·καὶ·ὁ·υἱὸς·τοῦ·ἀνθρώπου·παραδοθήσεται·τοῖς·ἀρχιερεῦσιν·καὶ·⸀τοῖς·γραμματεῦσιν,·καὶ·κατακρινοῦσιν·αὐτὸν·θανάτῳ·καὶ·παραδώσουσιν·αὐτὸν·τοῖς·ἔθνεσιν·
미번역
비잔틴(RP) ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν,
구역(1910) `보라, 우리가 예루살렘에 올라가노니 인자가 대제사장들과 서기관들에게 넘기우매 저희가 죽이기로 결안하고 이방인들에게 넘겨 주겠고
34καὶ·ἐμπαίξουσιν·αὐτῷ·καὶ·⸂ἐμπτύσουσιν·αὐτῷ·καὶ·μαστιγώσουσιν·αὐτὸν⸃·καὶ·⸀ἀποκτενοῦσιν,·καὶ·⸂μετὰ·τρεῖς·ἡμέρας⸃·ἀναστήσεται.·
미번역
비잔틴(RP) καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
구역(1910) 그들은 능욕하며 침 뱉으며 채찍질하고 죽일 것이니 저는 삼일 만에 살아나리라' 하시니라
35Καὶ·προσπορεύονται·αὐτῷ·Ἰάκωβος·καὶ·Ἰωάννης·⸀οἱ·υἱοὶ·Ζεβεδαίου·λέγοντες·⸀αὐτῷ··Διδάσκαλε,·θέλομεν·ἵνα·ὃ·ἐὰν·αἰτήσωμέν·⸀σε·ποιήσῃς·ἡμῖν.·
미번역
비잔틴(RP) Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν.
구역(1910) 세베대의 아들 야고보와 요한이 주께 나아와 여짜오되 `선생님이여, 무엇이든지 우리의 구하는 바를 우리에게 하여 주시기를 원하옵나이다'
36ὁ·δὲ·εἶπεν·αὐτοῖς··Τί·θέλετε·⸀ποιήσω·ὑμῖν;·
미번역
비잔틴(RP) Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιῆσαί με ὑμῖν;
구역(1910) 이르시되 `너희에게 무엇을 하여 주기를 원하느냐 ?'
37οἱ·δὲ·εἶπαν·αὐτῷ··Δὸς·ἡμῖν·ἵνα·εἷς·⸂σου·ἐκ·δεξιῶν⸃·καὶ·εἷς·ἐξ·⸀ἀριστερῶν·καθίσωμεν·ἐν·τῇ·δόξῃ·σου.·
미번역
비잔틴(RP) Οἱ δὲ εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
구역(1910) 여짜오되 `주의 영광 중에서 우리를 하나는 주의 우편에, 하나는 좌편에 앉게 하여 주옵소서'
38ὁ·δὲ·Ἰησοῦς·εἶπεν·αὐτοῖς··Οὐκ·οἴδατε·τί·αἰτεῖσθε··δύνασθε·πιεῖν·τὸ·ποτήριον·ὃ·ἐγὼ·πίνω,·⸀ἢ·τὸ·βάπτισμα·ὃ·ἐγὼ·βαπτίζομαι·βαπτισθῆναι;·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
구역(1910) 예수께서 가라사대 `너희 구하는 것을 너희가 알지 못하는도다 너희가 나의 마시는 잔을 마시며 나의 받는 세례를 받을 수 있느냐 ?'
39οἱ·δὲ·εἶπαν·αὐτῷ··Δυνάμεθα.·ὁ·δὲ·Ἰησοῦς·εἶπεν·αὐτοῖς··⸀Τὸ·ποτήριον·ὃ·ἐγὼ·πίνω·πίεσθε·καὶ·τὸ·βάπτισμα·ὃ·ἐγὼ·βαπτίζομαι·βαπτισθήσεσθε,·
미번역
비잔틴(RP) Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
구역(1910) 저희가 말하되 `할 수 있나이다' 예수께서 이르시되 `너희가 나의 마시는 잔을 마시며 나의 받는 세례를 받으려니와
40τὸ·δὲ·καθίσαι·ἐκ·δεξιῶν·μου·⸀ἢ·ἐξ·εὐωνύμων·οὐκ·ἔστιν·ἐμὸν·δοῦναι,·ἀλλʼ·οἷς·ἡτοίμασται.·
미번역
비잔틴(RP) τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
구역(1910) 내 좌우편에 앉는 것은 나의 줄 것이 아니라 누구를 위하여 예비되었든지 그들이 얻을 것이니라'
41Καὶ·ἀκούσαντες·οἱ·δέκα·ἤρξαντο·ἀγανακτεῖν·περὶ·Ἰακώβου·καὶ·Ἰωάννου.·
미번역
비잔틴(RP) Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
구역(1910) 열 제자가 듣고 야고보와 요한에 대하여 분히 여기거늘
42⸂καὶ·προσκαλεσάμενος·αὐτοὺς·ὁ·Ἰησοῦς⸃·λέγει·αὐτοῖς··Οἴδατε·ὅτι·οἱ·δοκοῦντες·ἄρχειν·τῶν·ἐθνῶν·κατακυριεύουσιν·αὐτῶν·καὶ·οἱ·μεγάλοι·αὐτῶν·κατεξουσιάζουσιν·αὐτῶν.·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
구역(1910) 예수께서 불러다가 이르시되 `이방인의 소위 집권자들이 저희를 임의로 주관하고 그 대인(大人)들이 저희에게 권세를 부리는 줄을 너희가 알거니와
43οὐχ·οὕτως·δέ·⸀ἐστιν·ἐν·ὑμῖν··ἀλλʼ·ὃς·⸀ἂν·θέλῃ·⸂μέγας·γενέσθαι⸃·ἐν·ὑμῖν,·ἔσται·ὑμῶν·διάκονος,·
미번역
비잔틴(RP) Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος·
구역(1910) 너희 중에는 그렇지 아니하니 너희 중에 누구든지 크고자 하는 자는 너희를 섬기는 자가 되고
44καὶ·ὃς·⸀ἂν·θέλῃ·⸂ἐν·ὑμῖν·εἶναι⸃·πρῶτος,·ἔσται·πάντων·δοῦλος··
미번역
비잔틴(RP) καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.
구역(1910) 너희 중에 누구든지 으뜸이 되고자 하는 자는 모든 사람의 종이 되어야 하리라
45καὶ·γὰρ·ὁ·υἱὸς·τοῦ·ἀνθρώπου·οὐκ·ἦλθεν·διακονηθῆναι·ἀλλὰ·διακονῆσαι·καὶ·δοῦναι·τὴν·ψυχὴν·αὐτοῦ·λύτρον·ἀντὶ·πολλῶν.·
미번역
비잔틴(RP) Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
구역(1910) 인자의 온 것은 섬김을 받으려 함이 아니라 도리어 섬기려 하고 자기 목숨을 많은 사람의 대속물로 주려 함이니라'
46Καὶ·ἔρχονται·εἰς·Ἰεριχώ.·καὶ·ἐκπορευομένου·αὐτοῦ·ἀπὸ·Ἰεριχὼ·καὶ·τῶν·μαθητῶν·αὐτοῦ·καὶ·ὄχλου·ἱκανοῦ·⸀ὁ·υἱὸς·Τιμαίου·Βαρτιμαῖος·⸀τυφλὸς·⸂προσαίτης·ἐκάθητο·παρὰ·τὴν·ὁδόν⸃.·
미번역
비잔틴(RP) Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
구역(1910) 저희가 여리고에 이르렀더니 예수께서 제자들과 허다한 무리와 함께 여리고에 나가실 때에 디매오의 아들인 소경 거지 바디매오가 길가에 앉았다가
47καὶ·ἀκούσας·ὅτι·Ἰησοῦς·ὁ·⸀Ναζαρηνός·ἐστιν·ἤρξατο·κράζειν·καὶ·λέγειν··⸀Υἱὲ·Δαυὶδ·Ἰησοῦ,·ἐλέησόν·με.·
미번역
비잔틴(RP) Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Ὁ υἱὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με.
구역(1910) 나사렛 예수시란 말을 듣고 소리질러 가로되 `다윗의 자손 예수여, 나를 불쌍히 여기소서 !' 하거늘
48καὶ·ἐπετίμων·αὐτῷ·πολλοὶ·ἵνα·σιωπήσῃ··ὁ·δὲ·πολλῷ·μᾶλλον·ἔκραζεν··Υἱὲ·Δαυίδ,·ἐλέησόν·με.·
미번역
비잔틴(RP) Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με.
구역(1910) 많은 사람이 꾸짖어 잠잠하라 하되 그가 더욱 소리질러 가로되 `다윗의 자손이여, 나를 불쌍히 여기소서 !' 하는지라
49καὶ·στὰς·ὁ·Ἰησοῦς·εἶπεν··⸂Φωνήσατε·αὐτόν⸃.·καὶ·φωνοῦσι·τὸν·τυφλὸν·λέγοντες·αὐτῷ··Θάρσει,·⸀ἔγειρε,·φωνεῖ·σε.·
미번역
비잔틴(RP) Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· ἔγειραι, φωνεῖ σε.
구역(1910) 예수께서 머물러 서서 `저를 부르라' 하시니 저희가 그 소경을 부르며 이르되 `안심하고 일어나라 너를 부르신다' 하매
50ὁ·δὲ·ἀποβαλὼν·τὸ·ἱμάτιον·αὐτοῦ·⸀ἀναπηδήσας·ἦλθεν·πρὸς·τὸν·Ἰησοῦν.·
미번역
비잔틴(RP) Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθεν πρὸς τὸν Ἰησοῦν.
구역(1910) 소경이 겉옷을 내어 버리고 뛰어 일어나 예수께 나아오거늘
51καὶ·ἀποκριθεὶς·⸂αὐτῷ·ὁ·Ἰησοῦς·εἶπεν⸃··Τί·⸂σοι·θέλεις·ποιήσω⸃;·ὁ·δὲ·τυφλὸς·εἶπεν·αὐτῷ··Ραββουνι,·ἵνα·ἀναβλέψω.·
미번역
비잔틴(RP) Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω.
구역(1910) 예수께서 일러 가라사대 `네게 무엇을 하여 주기를 원하느냐 ?' 소경이 가로되 `선생님이여, 보기를 원하나이다'
52⸂καὶ·ὁ⸃·Ἰησοῦς·εἶπεν·αὐτῷ··Ὕπαγε,·ἡ·πίστις·σου·σέσωκέν·σε.·καὶ·⸀εὐθὺς·ἀνέβλεψεν,·καὶ·ἠκολούθει·⸀αὐτῷ·ἐν·τῇ·ὁδῷ.·
미번역
비잔틴(RP) Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
구역(1910) 예수께서 이르시되 `가라, 네 믿음이 너를 구원하였느니라 !' 하시니 저가 곧 보게 되어 예수를 길에서 좇으니라